Τετάρτη, 6 Αυγούστου 2008

ΣΗΜΕΡΟΝ Η ΘΕΙΑ ΚΑΙ ΑΓΙΑ ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ΧΡΙΣΤΟΥ


Ο εν τώ όρει τώ Θαβώρ, μεταμορφωθείς εν δόξη Χριστέ ο Θεός, καί υποδείξας τοίς Μαθηταίς σου, τήν δόξαν τής σής θεότητος, καταύγασον καί ημάς, τώ φωτί τής σής επιγνώσεως, καί οδήγησον εν τή τρίβω τών εντολών σου, ως μόνος αγαθός καί φιλάνθρωπος.


Κατα ΜΑΤΘΑΙΟΝ:
Και μεθ' ημέρας εξ παραλαμβάνει ο Ιησους τον Πέτρον και Ιάκωβον και Ιωάννην τον αδελφον αυτου, και αναφέρει αυτους εις ορος υψηλον κατ' ιδίαν. 2 και μετεμορφώθη εμπροσθεν αυτων, και ελαμψεν το πρόσωπον αυτου ως ο ηλιος, τα δε ιμάτια αυτου εγένετο λευκα ως το φως. 3 και ιδου ωφθη αυτοις Μωϋσης και Ηλίας συλλαλουντες μετ' αυτου. 4 αποκριθεις δε ο Πέτρος ειπεν τω Ιησου, Κύριε, καλόν εστιν ημας ωδε ειναι. ει θέλεις, ποιήσω ωδε τρεις σκηνάς, σοι μίαν και Μωϋσει μίαν και Ηλία μίαν. 5 ετι αυτου λαλουντος ιδου νεφέλη φωτεινη επεσκίασεν αυτούς, και ιδου φωνη εκ της νεφέλης λέγουσα, Ουτός εστιν ο υιός μου ο αγαπητός, εν ω ευδόκησα. ακούετε αυτου. 6 και ακούσαντες οι μαθηται επεσαν επι πρόσωπον αυτων και εφοβήθησαν σφόδρα. 7 και προσηλθεν ο Ιησους και αψάμενος αυτων ειπεν, Εγέρθητε και μη φοβεισθε. 8 επάραντες δε τους οφθαλμους αυτων ουδένα ειδον ει μη αυτον Ιησουν μόνον. 9 Και καταβαινόντων αυτων εκ του ορους ενετείλατο αυτοις ο Ιησους λέγων, Μηδενι ειπητε το οραμα εως ου ο υιος του ανθρώπου εκ νεκρων εγερθη. 10 και επηρώτησαν αυτον οι μαθηται λέγοντες, Τί ουν οι γραμματεις λέγουσιν οτι Ηλίαν δει ελθειν πρωτον; 11 ο δε αποκριθεις ειπεν, Ηλίας μεν ερχεται και αποκαταστήσει πάντα. 12 λέγω δε υμιν οτι Ηλίας ηδη ηλθεν, και ουκ επέγνωσαν αυτον αλλα εποίησαν εν αυτω οσα ηθέλησαν. ουτως και ο υιος του ανθρώπου μέλλει πάσχειν υπ' αυτων. 13 τότε συνηκαν οι μαθηται οτι περι Ιωάννου του βαπτιστου ειπεν αυτοις.


κατα ΙΩΑΝΝΗΝ:
Εγένετο δε μετα τους λόγους τούτους ωσει ημέραι οκτω και παραλαβων Πέτρον και Ιωάννην και Ιάκωβον ανέβη εις το ορος προσεύξασθαι. 29 και εγένετο εν τω προσεύχεσθαι αυτον το ειδος του προσώπου αυτου ετερον και ο ιματισμος αυτου λευκος εξαστράπτων. 30 και ιδου ανδρες δύο συνελάλουν αυτω, οιτινες ησαν Μωϋσης και Ηλίας, 31 οι οφθέντες εν δόξη ελεγον την εξοδον αυτου ην ημελλεν πληρουν εν Ιερουσαλήμ. 32 ο δε Πέτρος και οι συν αυτω ησαν βεβαρημένοι υπνω. διαγρηγορήσαντες δε ειδον την δόξαν αυτου και τους δύο ανδρας τους συνεστωτας αυτω. 33 και εγένετο εν τω διαχωρίζεσθαι αυτους απ' αυτου ειπεν ο Πέτρος προς τον Ιησουν, Επιστάτα, καλόν εστιν ημας ωδε ειναι, και ποιήσωμεν σκηνας τρεις, μίαν σοι και μίαν Μωϋσει και μίαν Ηλία, μη ειδως ο λέγει. 34 ταυτα δε αυτου λέγοντος εγένετο νεφέλη και επεσκίαζεν αυτούς. εφοβήθησαν δε εν τω εισελθειν αυτους εις την νεφέλην. 35 και φωνη εγένετο εκ της νεφέλης λέγουσα, Ουτός εστιν ο υιός μου ο εκλελεγμένος, αυτου ακούετε. 36 και εν τω γενέσθαι την φωνην ευρέθη Ιησους μόνος. και αυτοι εσίγησαν και ουδενι απήγγειλαν εν εκείναις ταις ημέραις ουδεν ων εώρακαν.


ΧΡΟΝΙΑ ΠΟΛΛΑ

Δεν υπάρχουν σχόλια: